Camerarius Polyhistor. Группа авторов

Чтение книги онлайн.

Читать онлайн книгу Camerarius Polyhistor - Группа авторов страница 12

Camerarius Polyhistor - Группа авторов NeoLatina

Скачать книгу

τούτων δὴ κεφάλαια κατὰ στόματος προφέρεσθαι πόλλακι χρὴ τοὺς παῖδας, ἀπὸ φρενὸς ὧδε λέγοντας. 50 παντοκράτωρ θεὸς οὐράνιος προλέγει τάδε πᾶσι. αὐτὸς ἐγὼ θεός εἰμι μόνος, καὶ ἀπεκτὸς ἐμεῖο οὐδείς ἐστι θεός, σὺ δ’ ἐμοὶ μέμνησο λατρεῦσαι μούνῳ, μὴ δὲ παρὲξ θεῖον τοῦδ’ ἄλλο σέβισσε. κύριός εἰμι σέθεν. μὴ τοὔνομα βάζε ματαίως 55 μὰψ ἐπὶ χείλεσ’ ἑλὼν ἐμὸν οὔνομα αἰὲν ἄχραντον. σάββαθ’ ἑορτάζειν ἁγναῖς μνήσθητι χέρεσσι, καὶ καθαρᾷ μᾶλλον τηρῶν φρενὶ ἱερὸν ἦμαρ, εὐδαίμων δ’ ἐπὶ γῆς ἵν’ ἔῃς πολλούς τ’ ἐνιαυτούς ζώῃς μακρόβιος, πεφύλαξο τοκῆας ἀτιμᾶν, 60 ἀλλ’ αἰὲν περὶ κῆρι τίειν σπούδασσον, ὅπως καὶ εὖ σέο τῶν παίδων πατέρ’ ὀψιγόνων σέ τις ἔρδῃ. μὴ φόνον ἐργάζῃ. μοιχείας ἁγνὸς ἔησθα. μὴ κλέψῃς. μὴ μαρτυρίαν ψεύδεσσ’ ἐπένεγκον. μὴ τοῦ πλησίον ἱμείρῃ<ς> ποτὲ σεῖο γυναικὸς 65 ὄμμασι κιβδήλοισιν ὁρῶν καὶ ἐπίφρονι θυμῷ ἐγκισσῶν, μήδ’ αὖτ’ ἐθέλῃς πάντων τι γενέσθαι σοὶ κείνων, θεὸς ὅσσα τεῷ ποτ’ ἔδωκε πολίτῃ· οὐ δόμον, οὐκ ἀγρούς, βοῦν, παιδίσκην, θεράποντα. πάντων γὰρ πρώτιστα κακῶν ἐπιθυμίη ἐστί. 70 καὶ κατὰ δὴ τάδε τηρηθέντα κριτὴς θεὸς ἔσται ἡμεῖς δ’ οἱ τάλανες κενεοφροσύνῃσι νόοιο τυφλοὶ καὶ χωλοὶ μήτ’ εἰς καλὸν αὔτ’ ἀτενίσσαι μήτε τρέχειν δυνάμεσθ’ ἀρετῆς ὁδὸν ὀρθοκέλευθον. ἀλλ’ ἡμῖν εὖ βούλεθ’ ὁμῶς ὅδε καίπερ ἀλιτροῖς, 75 εἰ μὲν ἀποστρεφόμεσθα κακοῦ μετὰ δ’ αὖ μελόμεσθα

Скачать книгу