Пролегомены к государству Платона. Часть третья. Георг Фердинанд Реттиг

Чтение книги онлайн.

Читать онлайн книгу Пролегомены к государству Платона. Часть третья - Георг Фердинанд Реттиг страница 20

Пролегомены к государству Платона. Часть третья - Георг Фердинанд Реттиг

Скачать книгу

style="font-size:15px;">      τί οὖν; τετάχθω ἡμῖν κατὰ δημοκρατίαν ὁ τοιοῦτος ἀνήρ, ὡς δημοκρατικὸς ὀρθῶς ἂν προσαγορευόμενος;

      τετάχθω, ἔφη.

      ἡ καλλίστη δή, ἦν δ» ἐγώ, πολιτεία τε καὶ ὁ κάλλιστος ἀνὴρ λοιπὰ ἂν ἡμῖν εἴη διελθεῖν, τυραννίς τε καὶ τύραννος.

      κομιδῇ γ», ἔφη.

      φέρε δή, τίς τρόπος τυραννίδος, ὦ φίλε ἑταῖρε, γίγνεται; ὅτι μὲν γὰρ ἐκ δημοκρατίας μεταβάλλει σχεδὸν δῆλον.

      δῆλον.

      ἆρ» οὖν τρόπον τινὰ τὸν αὐτὸν ἔκ τε ὀλιγαρχίας δημοκρατία

      562b

      γίγνεται καὶ ἐκ δημοκρατίας τυραννίς;

      πῶς;

      ὃ προύθεντο, ἦν δ» ἐγώ, ἀγαθόν, καὶ δι» ὃ ἡ ὀλιγαρχία καθίστατο – τοῦτο δ» ἦν [ὑπερ] πλοῦτος: ἦ γάρ; —

      ναί.

      ἡ πλούτου τοίνυν ἀπληστία καὶ ἡ τῶν ἄλλων ἀμέλεια διὰ χρηματισμὸν αὐτὴν ἀπώλλυ.

      ἀληθῆ, ἔφη.

      ἆρ» οὖν καὶ ὃ δημοκρατία ὁρίζεται ἀγαθόν, ἡ τούτου ἀπληστία καὶ ταύτην καταλύει;

      λέγεις δ» αὐτὴν τί ὁρίζεσθαι;

      τὴν ἐλευθερίαν, εἶπον. τοῦτο γάρ που ἐν δημοκρατουμένῃ

      562c

      πόλει ἀκούσαις ἂν ὡς ἔχει τε κάλλιστον καὶ διὰ ταῦτα ἐν μόνῃ ταύτῃ ἄξιον οἰκεῖν ὅστις φύσει ἐλεύθερος.

      λέγεται γὰρ δή, ἔφη, καὶ πολὺ τοῦτο τὸ ῥῆμα.

      ἆρ» οὖν, ἦν δ» ἐγώ, ὅπερ ᾖα νυνδὴ ἐρῶν, ἡ τοῦ τοιούτου ἀπληστία καὶ ἡ τῶν ἄλλων ἀμέλεια καὶ ταύτην τὴν πολιτείαν μεθίστησίν τε καὶ παρασκευάζει τυραννίδος δεηθῆναι;

      πῶς; ἔφη.

      ὅταν οἶμαι δημοκρατουμένη πόλις ἐλευθερίας διψήσασα

      562d

      κακῶν οἰνοχόων προστατούντων τύχῃ, καὶ πορρωτέρω τοῦ δέοντος ἀκράτου αὐτῆς μεθυσθῇ, τοὺς ἄρχοντας δή, ἂν μὴ πάνυ πρᾷοι ὦσι καὶ πολλὴν παρέχωσι τὴν ἐλευθερίαν, κολάζει αἰτιωμένη ὡς μιαρούς τε καὶ ὀλιγαρχικούς.

      δρῶσιν γάρ, ἔφη, τοῦτο.

      τοὺς δέ γε, εἶπον, τῶν ἀρχόντων κατηκόους προπηλακίζει ὡς ἐθελοδούλους τε καὶ οὐδὲν ὄντας, τοὺς δὲ ἄρχοντας μὲν ἀρχομένοις, ἀρχομένους δὲ ἄρχουσιν ὁμοίους ἰδίᾳ τε καὶ δημοσίᾳ ἐπαινεῖ τε καὶ τιμᾷ. ἆρ» οὐκ ἀνάγκη ἐν τοιαύτῃ

      562e

      πόλει ἐπὶ πᾶν τὸ τῆς ἐλευθερίας ἰέναι;

      πῶς γὰρ οὔ;

      καὶ καταδύεσθαί γε, ἦν δ» ἐγώ, ὦ φίλε, εἴς τε τὰς ἰδίας οἰκίας καὶ τελευτᾶν μέχρι τῶν θηρίων τὴν ἀναρχίαν ἐμφυομένην.

      πῶς, ἦ δ» ὅς, τὸ τοιοῦτον λέγομεν;

      οἷον, ἔφην, πατέρα μὲν ἐθίζεσθαι παιδὶ ὅμοιον γίγνεσθαι καὶ φοβεῖσθαι τοὺς ὑεῖς, ὑὸν δὲ πατρί, καὶ μήτε αἰσχύνεσθαι μήτε δεδιέναι τοὺς γονέας, ἵνα δὴ ἐλεύθερος ᾖ: μέτοικον δὲ

      563a

      ἀστῷ καὶ ἀστὸν μετοίκῳ ἐξισοῦσθαι, καὶ ξένον ὡσαύτως.

      γίγνεται γὰρ οὕτως, ἔφη.

      ταῦτά

Скачать книгу