Пролегомены к государству Платона. Часть третья. Георг Фердинанд Реттиг

Чтение книги онлайн.

Читать онлайн книгу Пролегомены к государству Платона. Часть третья - Георг Фердинанд Реттиг страница 21

Пролегомены к государству Платона. Часть третья - Георг Фердинанд Реттиг

Скачать книгу

θαμὰ αὐτὸ πάσχω.

      τὸ δὲ δὴ κεφάλαιον, ἦν δ» ἐγώ, πάντων τούτων συνηθροισμένων, ἐννοεῖς ὡς ἁπαλὴν τὴν ψυχὴν τῶν πολιτῶν ποιεῖ, ὥστε κἂν ὁτιοῦν δουλείας τις προσφέρηται, ἀγανακτεῖν καὶ μὴ ἀνέχεσθαι; τελευτῶντες γάρ που οἶσθ» ὅτι οὐδὲ τῶν νόμων φροντίζουσιν γεγραμμένων ἢ ἀγράφων, ἵνα δὴ μηδαμῇ

      563e

      μηδεὶς αὐτοῖς ᾖ δεσπότης.

      καὶ μάλ», ἔφη, οἶδα.

      αὕτη μὲν τοίνυν, ἦν δ» ἐγώ, ὦ φίλε, ἡ ἀρχὴ οὑτωσὶ καλὴ καὶ νεανική, ὅθεν τυραννὶς φύεται, ὡς ἐμοὶ δοκεῖ.

      νεανικὴ δῆτα, ἔφη: ἀλλὰ τί τὸ μετὰ τοῦτο;

      ταὐτόν, ἦν δ» ἐγώ, ὅπερ ἐν τῇ ὀλιγαρχίᾳ νόσημα ἐγγενόμενον ἀπώλεσεν αὐτήν, τοῦτο καὶ ἐν ταύτῃ πλέον τε καὶ ἰσχυρότερον ἐκ τῆς ἐξουσίας ἐγγενόμενον καταδουλοῦται δημοκρατίαν. καὶ τῷ ὄντι τὸ ἄγαν τι ποιεῖν μεγάλην φιλεῖ εἰς τοὐναντίον μεταβολὴν ἀνταποδιδόναι, ἐν ὥραις τε καὶ ἐν

      564a

      φυτοῖς καὶ ἐν σώμασιν, καὶ δὴ καὶ ἐν πολιτείαις οὐχ ἥκιστα.

      εἰκός, ἔφη.

      ἡ γὰρ ἄγαν ἐλευθερία ἔοικεν οὐκ εἰς ἄλλο τι ἢ εἰς ἄγαν δουλείαν μεταβάλλειν καὶ ἰδιώτῃ καὶ πόλει.

      εἰκὸς γάρ.

      εἰκότως τοίνυν, εἶπον, οὐκ ἐξ ἄλλης πολιτείας τυραννὶς καθίσταται ἢ ἐκ δημοκρατίας, ἐξ οἶμαι τῆς ἀκροτάτης ἐλευθερίας δουλεία πλείστη τε καὶ ἀγριωτάτη.

      ἔχει γάρ, ἔφη, λόγον.

      ἀλλ» οὐ τοῦτ» οἶμαι, ἦν δ» ἐγώ, ἠρώτας, ἀλλὰ ποῖον

      564b

      νόσημα ἐν ὀλιγαρχίᾳ τε φυόμενον ταὐτὸν καὶ ἐν δημοκρατίᾳ δουλοῦται αὐτήν.

      ἀληθῆ, ἔφη, λέγεις.

      ἐκεῖνο τοίνυν, ἔφην, ἔλεγον τὸ τῶν ἀργῶν τε καὶ δαπανηρῶν ἀνδρῶν γένος, τὸ μὲν ἀνδρειότατον ἡγούμενον αὐτῶν, τὸ δ» ἀνανδρότερον ἑπόμενον: οὓς δὴ ἀφομοιοῦμεν κηφῆσι, τοὺς μὲν κέντρα ἔχουσι, τοὺς δὲ ἀκέντροις.

      καὶ ὀρθῶς γ», ἔφη.

      τούτω τοίνυν, ἦν δ» ἐγώ, ταράττετον ἐν πάσῃ πολιτείᾳ ἐγγιγνομένω, οἷον περὶ σῶμα φλέγμα τε καὶ χολή: ὣ δὴ καὶ

      564c

      δεῖ τὸν ἀγαθὸν ἰατρόν τε καὶ νομοθέτην πόλεως μὴ ἧττον ἢ σοφὸν μελιττουργὸν πόρρωθεν εὐλαβεῖσθαι, μάλιστα μὲν ὅπως μὴ ἐγγενήσεσθον, ἂν δὲ ἐγγένησθον, ὅπως ὅτι τάχιστα σὺν αὐτοῖσι τοῖς κηρίοις ἐκτετμήσεσθον.

      ναὶ μὰ Δία, ἦ δ» ὅς, παντάπασί γε.

      ὧδε τοίνυν, ἦν δ» ἐγώ, λάβωμεν, ἵν» εὐκρινέστερον ἴδωμεν ὃ βουλόμεθα.

      πῶς;

      τριχῇ διαστησώμεθα τῷ λόγῳ δημοκρατουμένην πόλιν,

      564d

      ὥσπερ οὖν καὶ ἔχει. ἓν μὲν γάρ που τὸ τοιοῦτον γένος ἐν αὐτῇ ἐμφύεται δι» ἐξουσίαν οὐκ ἔλαττον ἢ ἐν τῇ ὀλιγαρχουμένῃ.

      ἔστιν οὕτω.

      πολὺ δέ γε δριμύτερον ἐν ταύτῃ ἢ ἐν ἐκείνῃ.

      πῶς;

      ἐκεῖ μὲν διὰ τὸ μὴ ἔντιμον

Скачать книгу