Camerarius Polyhistor. Группа авторов

Чтение книги онлайн.

Читать онлайн книгу Camerarius Polyhistor - Группа авторов страница 17

Camerarius Polyhistor - Группа авторов NeoLatina

Скачать книгу

αὐτοῦ θ’ υἱέος ἐκ γενετῆρος ἀειγενέταο. ἀΐδιον διὰ πνεῦμ’ ἅγιον πιστῶν παράκλητον. πρῶτον μὲν γνώσῃ παλινόρσου λοῦτρα βίοιο, καὶ γένεσιν θνητοῖσιν ἄνωθε φορούμενον ὕδωρ 190 νάματος ἀγλαοποιοῦ, ἁμαρτονίβοιο, διαυγοῦς. δεύτερον αὖ δύναμιν κλειδοῦχον, τῇ ἔπι κεῖται ἀνθρώποισιν ὄλυμπον ἀνοίγειν ἠδ’ ἀποκλεῖσαι. καὶ τρίτον οὐράνιον δεῖπνον, τῷ κύριος αὐτὸς ἑστιάων τε τροφή τε πάρεστι, διδοῖ γὰρ ἔδεσθαι 195 σῶμ’ ἴδιον (μέγα θαῦμα βεβήλοις) αἷμά τε πίνειν τοῖς ἐπὶ ταῦτ’ ἀχθεῖσιν ἐν ἐκκλήτῳ συνομίλῳ. ἔνθα μέν, ὅστις ἁμαρτήσεις κατὰ δάκρυα λείβων ἐκ κραδίης θρήνοισι κατεῖπεν, τόνδ’ ἀπολῦσαν ῥῆμα θεοῦ πιστῶν αὖθις κοινωνὸν ἔθηκεν. 200 ἔνθα δὲ πᾶς τις ποιεῖτ’ εὐχὰς ἠδὲ δεήσεις, κύριος ὡς ἐκέλευσε καὶ ἐξεδίδαξε μαθητάς, ὥστε προσεύχεσθ’ ὧδε. πατὴρ ὦ ὢν ἐν ὀλύμπῳ τοὔνομα σεῖ’ ἁγιασθήτω, πάτερ ἡμέτερ’, αἰεί. ἐρχέσθω σέθεν ἀρχέβιος βασίλει’ ἀπέραντος. 205 καὶ τὸ θέλημα γενηθήτω τεόν, ὡς ἐν ὀλύμπῳ οὕτω καὶ γαίης ἔπι πανταχοῦ. ἄρτον ἐπ’ ἦμαρ βόσκων σῆς ἀγέλην πάρεχ’ ἡμῖν ἄφθονον αὐλῆς. πάντως δ’ ἡμετέρας ἄφες, ὦ πάτερ ἤπι’, ὀφειλὰς καὶ γὰρ ἰδοὺ τόδε ποιοῦμεν πρὸς τοὺς πέλας ἡμεῖς. 210 μηδ’ ἡμᾶς πείραζε κακοῖς μογεροὺς πρὶν ἐόντας, ῥῦσον δ’ ἐκ καμάτων θ’ ἡμᾶς ἐκ τοῦ τε πονηροῦ, ὦ πάτερ, ὦ βασιλεῦ, ἔνδοξ’ ἀρετῇ δυνάμει τε. οὕτως οὖν τις ἐπιστρωφάσθω. Τῷ δ’ ἄρ’ ἔπειτα ὄλβος ἀπειρέσιος ζωή τ’ αἰώνιος ἔσται,

Скачать книгу