О растениях. Аристотель

Чтение книги онлайн.

Читать онлайн книгу О растениях - Аристотель страница 6

О растениях - Аристотель

Скачать книгу

τῆς γενεσεως ἀπὸ τοῦ ἡλίου. εἶπε δε καὶ Aναξαγόρας ὅτι ἡ υγρότης τουτων εστιν ἀπὸ τῆς γῆς, καὶ δια τοῦτο ἔφη πρὸς Λεχίνεον ὅτι ἡ γῆ μήτηρ μεν εστι τῶν φυτῶν, ό δε ἥλιος πατήρ. Aλλὰ τὴν κρᾶσιν τοῦ άρρενος τῶν φυτῶν και τοῦ θήλεος ὀφείλομεν διατυπώσασθαι οὐχ οὕτως ἀλλ’ ἄλλῳ τινὶ τρόπῳ, οἷον ὅτι τὸ σπερμα του φυτου ὅμοιόν εστιν εγκυμονήσει ζῴου, ἥτις εστὶ μίξις άρρενός τε καί θήλεος. Καὶ ὥσπερ ἐστίν εν τοῖς ᾠοῖς ὅτε γίνεται νεοσσός, ἐστιν ἐντεῦθεν καί ἡ τροφὴ αὐτοῦ μέχρι καί αὐτῆς τῆς ὥρας τῆς συμπληρώσεως καί τῆς οίκείας ἐξόδου, καὶ τότε τό θῆλυ ἐκτίθησι τὸν νεοσσὸν εν μιᾷ ὠραοὕτω καὶ τό σπερμα του φυτοῦ. Εῖπε πάλιν Eμπεδοκλῆς ὅτι τα φυτά, εί καὶ νεοσσους ου γεννῶσι, διότι τὸ γεννώμενον οὐ γεννᾶται εί μὴ ἐκ τῆς φυσεως του σπερματος, και ὅτι ὅπερ μενει εξ, αὑτοῦ εν τῇ άρχῇ τροφὴ γίνεται τῆς ῥίζης, καί τὸ γεννώμενον κινεῖ αὐτὸ εαυτὸ παραυτίκα, ὅμως οὕτως ὀφείλομεν ὑπολαμβάνειν καὶ εν τῇ μίξει τῶν άρρενων καὶ τῶν θηλεων φυτῶν ὡς ἐπὶ τῶν ζῴων, ὅτι καῖ ή μίξις τῶν φυτῶν ἐστιν ἐν διοικήσει τινί’ ἀλλ’ ἐν τοῖς ζῴοις, ότε μίγνυνται τὰ γένη, μίγνυνται καὶ αἱ δυνάμεις τῶν γενῶν αῖ ῆσαν πρότερον κεχωρισμέναι, καί προῆλθεν ἐκ τουτων άμφοτέρων πρᾶγμά τι ἐν’ ὃ δη οὑκ ἐστιν ἐν τοῖς φυτοῖς. οὑ γάρ ὅτε μίγνυνται τα γένη καὶ αἱ δυνάμεις αὑτῶν, μέτα ταῦτα γίνονται κεχωρισμένα. Εἰ γοῦν ἡ φυσις ἐμιξε τό άρρεν μετὰ τοῦ θήλεος, καλῶς προέβη, ὅτι οὑχ εὑρίσκομέν ἐνέργειαν τινα ἐν τοῖς φυτοῖς παρα τὴν γένεσιν τῶν καρπῶν· οὑδέ γάρ ἐστι ζῶον κεχωρισμένον τοῦ θήλεος εί μῆ ἐν ὥραις αῖς οὑ συνάπτεται. τοῦτο δέ ἐστι δια τας πολλάς ἐνεργείας αὑτοῦ καὶ δια τας πολλάς αὑτοῦ ἐπιστήμας. Εῖσὶ δέ οἵτινες τά φυτά πεπλήρωμένα ὑπολαμβάνουσι, καί τήν χάριν τῆς ζωῆς αὑτῶν εῖναι δια τας δυο δυνάμεις ἃς ἐχει, ἤγουν δια την τροφήν τὴν ἐπιτηδείαν είς τὸ τρέφειν αὐτα καί διά τήν μακρότητα τῆς οἰκείας ὑπάρξεως καί τοῦ καιροῦ όπότάν βλαστάνῃ καῖ καρποφορῇ ἡ ζωη αὑτῶν, και στρέφηται πρὸς αὑτὰ ή νεότης αῦτῶν, καὶ οὑ γίνηται ἐν αυτοῖς τι περιττόν. Οὑ δεῖται δέ τὸ φυτόν ὕπνου δια πολλάς αίτίάς, ὅτι κεῖται τὸ φυτὸν έν τῇ γῆ καὶ δεσμεῖται ὑπ’ αυτῆς. Καὶ οὑκ ἐχει κίνησιν ἐν ἐαυτῷ οῦδὲ ὅρον διωρισμένον έν τοῖς οἰκείοις μέρεσιν, οὔτε αἴσθησιν ἐχει οὔτε κίνησιν άὺτοπροάίρετον οὔτε ψυχὴν τελείαν τοῦτο δέ έχέι μάλλον μέρος μέρους ψυχῆς. Καὶ τὸ φυτὸν οὑκ ἐδημιουργήθη εἰ μή διὰ τὸ ζῶον, τό δέ ζῷον ουκ ἐδημιουργήθη διὰ τό φυτόν. Καὶ πάλιν ἐάν εἴπῃ τις ὅτι τό φυτόν δεῖται μέν τροφῆς εὐτελοῦς καί μοχθηρᾶς, εί καί δεῖται δέ τοιαυτης, ὅμως κατα πολὺ σταθηρᾶς καί συνεχοῦς καὶ μὴ ῥαδίως διαφθειρομένης. Καντεῦθεν συνίσταται ’ίνα τὸ φυτόν ἐχη τι κρεῖττον παρὰ τὸ ζῶον, και δια τοῦτο ᾶνάγκη καί πράγματα άψυχα εῖναι εύγενέστέρα τῶν ἐμψύχων. Aλλὰ ἐργον έν τοῦ ζῴου ἐστὶ κρεῖττον παρὰ πᾶν ἐργον τοῦ φυτοῦ· άλλως τε εὑρίσκομεν καὶ ἐν τῶ ζῴῳ πάσας τάς δυνάμεις τὰς

Скачать книгу